Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.162 Joseph. AJ 20.167 (English) >>Joseph. AJ 20.172

20.165ἀνεκδικήτου δὲ τούτου τοῦ φόνου μεμενηκότος μετὰ πάσης τὸ λοιπὸν ἀδείας ἀναβαίνοντες ἐν ταῖς ἑορταῖς οἱ λῃσταὶ καὶ τὸν σίδηρον ὁμοίως κεκρυμμένον ἔχοντες συναναμιγνύμενοι τοῖς πλήθεσιν ἀνῄρουν μέν τινας ἑαυτῶν ἐχθρούς, οὓς δʼ ἐπὶ χρήμασιν ἄλλοις ὑπηρετοῦντες, οὐ μόνον κατὰ τὴν ἄλλην πόλιν ἀλλὰ καὶ κατὰ τὸ ἱερὸν ἐνίους· καὶ γὰρ ἐκεῖ σφάττειν ἐτόλμων, οὐδʼ ἐν τούτῳ δοκοῦντες ἀσεβεῖν. 20.166διὰ τοῦτʼ οἶμαι καὶ τὸν θεὸν μισήσαντα τὴν ἀσέβειαν αὐτῶν ἀποστραφῆναι μὲν ἡμῶν τὴν πόλιν, τὸ δὲ ἱερὸν οὐκέτι καθαρὸν οἰκητήριον αὐτῷ κρίναντα Ῥωμαίους ἐπαγαγεῖν ἡμῖν καὶ τῇ πόλει καθάρσιον πῦρ καὶ δουλείαν ἐπιβαλεῖν σὺν γυναιξὶν καὶ τέκνοις σωφρονίσαι ταῖς συμφοραῖς βουλόμενον ἡμᾶς. 20.167

Τὰ μὲν οὖν τῶν λῃστῶν ἔργα τοιαύτης ἀνοσιότητος ἐπλήρου τὴν πόλιν, οἱ δὲ γόητες καὶ ἀπατεῶνες ἄνθρωποι τὸν ὄχλον ἔπειθον αὐτοῖς εἰς τὴν ἐρημίαν ἕπεσθαι· 20.168δείξειν γὰρ ἔφασαν ἐναργῆ τέρατα καὶ σημεῖα κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν γινόμενα. καὶ πολλοὶ πεισθέντες τῆς ἀφροσύνης τιμωρίας ὑπέσχον· ἀναχθέντας γὰρ αὐτοὺς Φῆλιξ ἐκόλασεν. 20.169ἀφικνεῖται δέ τις ἐξ Αἰγύπτου κατὰ τοῦτον τὸν καιρὸν εἰς Ἱεροσόλυμα προφήτης εἶναι λέγων καὶ συμβουλεύων τῷ δημοτικῷ πλήθει σὺν αὐτῷ πρὸς ὄρος τὸ προσαγορευόμενον ἐλαιῶν, τῆς πόλεως ἄντικρυς κείμενον ἀπέχει στάδια πέντε·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.162 Joseph. AJ 20.167 (English) >>Joseph. AJ 20.172

Powered by PhiloLogic